Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.123 Joseph. AJ 1.128 (English) >>Joseph. AJ 1.132

1.126καὶ τοσαῦτα μὲν ἔθνη ὑπὸ τῶν Ἰαφέθου παίδων κατοικεῖται· Γομάρου δὲ τριῶν υἱῶν γενομένων Ἀσχανάξης μὲν Ἀσχανάξους ᾤκισεν, οἳ νῦν Ῥήγινες ὑπὸ τῶν Ἑλλήνων καλοῦνται, Ῥιφάθης δὲ Ῥιφαθαίους τοὺς Παφλαγόνας λεγομένους, Θυγράμης δὲ Θυγραμαίους, οἳ δόξαν Ἕλλησι Φρύγες ὠνομάσθησαν. 1.127Ἰαυάνου δὲ τοῦ Ἰάφθου τριῶν καὶ αὐτοῦ παίδων γενομένων Ἁλισᾶς μὲν Ἁλισαίους ἐκάλεσεν ὧν ἦρχεν, Αἰολεῖς δὲ νῦν εἰσι, Θάρσος δὲ Θαρσεῖς· οὕτως γὰρ ἐκαλεῖτο τὸ παλαιὸν Κιλικία. σημεῖον δέ· Ταρσὸς γὰρ παρʼ αὐτοῖς τῶν πόλεων ἀξιολογωτάτη καλεῖται μητρόπολις οὖσα τὸ ταῦ πρὸς τὴν κλῆσιν ἀντὶ τοῦ θῆτα μεταβαλόντων. 1.128Χέθιμος δὲ Χέθιμα τὴν νῆσον ἔσχε, Κύπρος αὕτη νῦν καλεῖται, καὶ ἀπʼ αὐτῆς νῆσοί τε πᾶσαι καὶ τὰ πλείω τῶν παρὰ θάλατταν Χέθη ὑπὸ Ἑβραίων ὀνομάζεται· μάρτυς δέ μου τῷ λόγῳ μία τῶν ἐν Κύπρῳ πόλεων ἰσχύσασα τὴν προσηγορίαν φυλάξαι· Κίτιον γὰρ ὑπὸ τῶν ἐξελληνισάντων αὐτὴν καλεῖται μηδʼ οὕτως διαφυγοῦσα τοῦ Χεθίμου τὸ ὄνομα. Ἰαφθᾶ μὲν δὴ παῖδές τε καὶ υἱωνοὶ τοσαῦτα ἔσχον ἔθνη. 1.129 δʼ ἴσως ὑφʼ Ἑλλήνων ἀγνοεῖται, τοῦτο προειπὼν τρέψομαι πρὸς τὴν ἀφήγησιν ὧν κατέλιπον. τὰ γὰρ ὀνόματα διὰ τὸ τῆς γραφῆς εὐπρεπὲς ἡλλήνισται πρὸς ἡδονὴν τῶν ἐντευξομένων· οὐ γὰρ ἐπιχώριος ἡμῖν τοιοῦτος αὐτῶν τύπος, ἀλλʼ ἕν τε αὐτῶν σχῆμα καὶ τελευτὴ μία, Νῶχός τέ τοι Νῶε καλεῖται καὶ τοῦτον τὸν τύπον ἐπὶ παντὸς τηρεῖ σχήματος.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.123 Joseph. AJ 1.128 (English) >>Joseph. AJ 1.132

Powered by PhiloLogic